[127α]
Σωκράτης
τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτ᾽ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;
Σωκράτης
ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.
Σωκράτης
ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον.
Σωκράτης
οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.
Σωκράτης
οὐδ᾽ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.
Σωκράτης
ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.