[224ξ]
τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.
Ξένος
τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι: τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.
Θεαίτητος
καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;
Ξένος
οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς,