Olympian 6
ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙΩι
ΑΠΗΝΗι
χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
κίονας, ὡς ὅτε θαητὸν μέγαρον
πάξομεν: ἀρχομένου δ᾽ ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές. εἰ δ᾽ εἴη μὲν Ὀλυμπιονίκας,
5βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν: τίνα κεν φύγοι ὕμνον
[10] κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ᾽ ἔχων
Σωστράτου υἱός. ἀκίνδυνοι δ᾽ ἀρεταὶ
10οὔτε παρ᾽ ἀνδράσιν οὔτ᾽ ἐν ναυσὶ κοίλαις
τίμιαι: πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
Ἁγησία, τὶν δ᾽ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
[20] ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ᾽ ἐς Ἀμφιάρηον
φθέγξατ᾽, ἐπεὶ κατὰ γαῖ᾽ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
15ἑπτὰ δ᾽ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος: ‘ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
ἀμφότερον μάντιν τ᾽ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.’ τὸ καὶ
[30] ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
οὔτε δύσηρις ἐὼν οὔτ᾽ ὦν φιλόνικος ἄγαν,
20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
μαρτυρήσω: μελίφθογγοι δ᾽ ἐπιτρέψοντι Μοῖσαι.
ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
ᾇ τάχος, ὄφρα κελεύθῳ τ᾽ ἐν καθαρᾷ
[40] βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
25καὶ γένος: κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
ἐπεὶ δέξαντο: χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς:
πρός Πιτάναν δὲ παρ᾽ Εὐρώτα πόρον δεῖ σάμερόν μ᾽ ἐλθεῖν ἐν ὥρᾳ:
ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
30 [50] παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις:
κυρίῳ δ᾽ ἐν μηνὶ πέμποισ᾽ ἀμφιπόλους ἐκέλευσεν
ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ᾽ Ἀλφεὸν οἰκεῖν:
35ἔνθα τραφεῖσ᾽ ὑπ᾽ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ᾽ Ἀφροδίτας.
[60] οὐδ᾽ ἔλαθ᾽ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
ἀλλ᾽ ὁ μὲν Πυθώναδ᾽, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
ᾤχετ᾽ ἰὼν μαντευσόμενος ταύτας περ᾽ ἀτλάτου πάθας.
ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
40κάλπιδά τ᾽ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
[70] τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
πραΰμητίν τ᾽ Ἐλείθυιαν παρέστασέν τε Μοίρας:
ἦλθεν δ᾽ ὑπὸ σπλάγχνων ὑπ᾽ ὠδῖνός τ᾽ ἐρατᾶς Ἴαμος
ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
45λεῖπε χαμαί: δύο δὲ γλαυκῶπες αὐτὸν
δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
[80] ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ᾽ ἐπεὶ
πετραέσσας ἐλαύνων ἵκετ᾽ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι: Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
50πατρός, περὶ θνατῶν δ᾽ ἔσεσθαι μάντιν ἐπιχθονίοις
ἔξοχον, οὐδέ ποτ᾽ ἐκλείψειν γενεάν.
ὣς ἄρα μάνυε. τοὶ δ᾽ οὔτ᾽ ὦν ἀκοῦσαι
οὔτ᾽ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ᾽ ἐν
[90] κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ᾽ ἐν ἀπειράτῳ,
55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
σῶμα: τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτ᾽ ὄνυμ᾽ ἀθάνατον. τερπνᾶς δ᾽ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν᾽ εὐρυβίαν,
[100] ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
60αἰτέων λαοτρόφον τιμάν τιν᾽ ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ᾽ ἀρτιεπὴς
πατρία ὄσσα, μετάλλασέν τέ νιν: ‘ὄρσο, τέκος,
δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.’
[110] ἵκοντο δ᾽ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου:
65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωστον, εὖτ᾽ ἂν δὲ θρασυμάχανος ἐλθὼν
Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
70Ζηνὸς ἐπ᾽ ἀκροτάτῳ βωμῷ τότ᾽ αὖ χρηστήριον θέσθαι κέλευσεν.
[120] ἐξ οὗ πολύκλειτον καθ᾽ Ἕλλανας γένος Ἰαμιδᾶν.
ὄλβος ἅμ᾽ ἕσπετο: τιμῶντες δ᾽ ἀρετὰς
ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
χρῆμ᾽ ἕκαστον: μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
75τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
[130] εἰ δ᾽ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ᾽ ἀέθλων
80Ἀρκαδίαν τ᾽ εὐάνορα τιμᾷ: κεῖνος, ὦ παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
[140] δόξαν ἔχω τιν᾽ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
ἅ μ᾽ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς:
ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
85πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
[150] Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
γνῶναί τ᾽ ἔπειτ᾽, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν:
εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας:
τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
ἄρτια μηδόμενος, φοινικόπεζαν
95 [160] ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
οἴκοθεν οἴκαδ᾽ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
100 [170] ματέρ᾽ εὐμήλοιο λείποντ᾽ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ᾽ ἐν χειμερίᾳ
νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ᾽ ἄγκυραι. θεὸς
τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
105Ἀμφιτρίτας, ἐμῶν δ᾽ ὕμνων ἄεξ᾽ εὐτερπὲς ἄνθος.