Olympian 4
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩι
ΑΡΜΑΤΙ
ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ: τεαὶ γὰρ ὧραι
ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ᾽ ἔπεμψαν
ὑψηλοτάτων μάρτυρ᾽ ἀέθλων.
ξείνων δ᾽ εὖ πρασσόντων ἔσαναν αὐτίκ᾽ ἀγγελίαν
5ποτὶ γλυκεῖαν ἐσλοί.
[10] ἀλλ᾽, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
Οὐλυμπιονίκαν δέκευ
Χαρίτων ἕκατι τόνδε κῶμον,
10χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
[20] ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
εἴη λοιπαῖς εὐχαῖς: ἐπεί νιν αἰνέω μάλα μὲν
τροφαῖς ἑτοῖμον ἵππων,
15χαίροντά τε ξενίαις πανδόκοις
καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
οὐ ψεύδεϊ τέγξω λόγον:
[30] διάπειρά τοι βροτῶν ἔλεγχος:
ἅπερ Κλυμένοιο παῖδα
20Λαμνιάδων γυναικῶν
ἔλυσεν ἐξ ἀτιμίας.
χαλκέοισι δ᾽ ἐν ἔντεσι νικῶν δρόμον
ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών:
‘ οὗτος ἐγὼ ταχυτᾶτι:
25χεῖρες δὲ καὶ ἦτορ ἴσον.
[40] φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν
πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας
ἐοικότα χρόνον.’