ἰσχυριεῖται δὲ καὶ τούτῳ τῷ λόγῳ. ἀναγκαίως γὰρ ἔχει1 ὑμᾶς διδάσκειν ἃ οὗτος ἀπολογήσεται, ἵν᾽ ἀκούσαντες παρ᾽ ἀμφοτέρων ἄμεινον διαγνῶτε. φησὶ γὰρ ἀγαθὰ μεγάλα ποιῆσαι τὴν πόλιν μηνύσας καὶ ἀπαλλάξας δέους καὶ ταραχῆς τῆς τότε. τίς δὲ τῶν μεγάλων κακῶν αἴτιος ἐγένετο;