Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
παρεῖσθαι
δὲ τὴν ὑπὲρ τῶν τοιούτων τιμωρίαν συμβέβηκεν, ὦ ἄνδρες, οὐ διὰ ῥᾳθυμίαν
τῶν τότε νομοθετούντων, ἀλλὰ διὰ τὸ μήτ᾽1
ἐν τοῖς πρότερον χρόνοις γεγενῆσθαι τοιοῦτον μηδὲν μήτ᾽ ἐν τοῖς μέλλουσιν
ἐπίδοξον εἶναι γενήσεσθαι.2
διὸ καὶ μάλιστ᾽, ὦ ἄνδρες, δεῖ ὑμᾶς γενέσθαι μὴ μόνον τοῦ νῦν ἀδικήματος
δικαστάς, ἀλλὰ καὶ νομοθέτας. ὅσα μὲν γὰρ τῶν ἀδικημάτων νόμος τις διώρικε,
ῥᾴδιον τούτῳ κανόνι χρωμένους κολάζειν τοὺς παρανομοῦντας: ὅσα δὲ μὴ σφόδρα
περιείληφεν, ἑνὶ ὀνόματι3 προσαγορεύσας, μείζω
δὲ τούτων τις ἠδίκηκεν, ἅπασι δ᾽ ὁμοίως ἔνοχός ἐστιν, ἀναγκαῖον τὴν
ὑμετέραν κρίσιν καταλείπεσθαι παράδειγμα τοῖς ἐπιγιγνομένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.