Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐμὲ μὲν ἄξιον ἐν τῇ τήμερον ἡμέρᾳ τῶν
Λεωκράτους ἀδικημάτων κατήγορον ποιῆσαι, ὃ καὶ τῷ δήμῳ καὶ τῇ πόλει
συμφέρει, ὑμᾶς δ᾽ ὡς ὑπὲρ πατέρων καὶ παίδων καὶ γυναικῶν καὶ πατρίδος καὶ
ἱερῶν βουλευομένους, καὶ ἔχοντας ὑπὸ τῇ ψήφῳ τὸν προδότην ἁπάντων τούτων,
ἀπαραιτήτους δικαστὰς1 καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον γενέσθαι
τοῖς τὰ τοιαῦτα καὶ τηλικαῦτα παρανομοῦσιν: εἰ δὲ μήτε τὸν προδόντα τὴν
πατρίδα μήτε τὸν ἐγκαταλιπόντα τὴν πόλιν καὶ τὰ ἱερὰ εἰς τουτονὶ τὸν ἀγῶνα
καθίστημι, σωθῆναι αὐτὸν ἐκ τοῦ κινδύνου καὶ ὑπὸ τῶν θεῶν καὶ ὑφ᾽ ὑμῶν
τῶν δικαστῶν.
1 Post δικαστὰς codd. μὴ παρέχοντας συγγνώμην habent, del. Taylor.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.