καὶ περὶ μὲν τῆς ἐκείνων διαφορᾶς ἱκανοὺς εἶναι νομίζω καὶ τοὺς εἰρημένους λόγους: οἶδα γὰρ ὅτι καὶ ὑμῶν ὅσοι πρεσβύτεροι μνημονεύουσιν ὅτι ἐγένοντο ἀντίδικοι: τό τε γὰρ μέγεθος τῶν δικῶν, καὶ διότι πολὺ αὐτὸν Ἀρχέδαμος εἷλεν, ἐπιφάνειάν τινα ἐποίησεν. ὡς δὲ ἐμὲ ἐποιήσατο ὑὸν ζῶν αὐτὸς καὶ κύριον τῶν αὑτοῦ κατέστησε καὶ εἰς τοὺς γεννήτας καὶ εἰς τοὺς φράτορας ἐνέγραψε, τούτοις ἤδη μοι τὸν νοῦν προσέχετε, ὦ ἄνδρες.