This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν ἃ περὶ πλείστου ποιοῦνται, ταῦτ᾽ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτ᾽ οὖν Εὔπολις γεγένηται αἴτιος <δοῦναι>1 μὴ βουληθείς, εἴτ᾽ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.