Χορός
καὶ σέ, τὸν προμάτορος
Ἰοῦς ποτ᾽ ἔκγονον
Ἔπαφον, ὦ Διὸς γένεθλον,
ἐκάλεσ᾽ ἐκάλεσα βαρβάρῳ βοᾷ,
680ἰώ, βαρβάροις λιταῖς:
βᾶθι βᾶθι τάνδε γᾶν:
— σοί νιν ἔκγονοι κτίσαν
καὶ διώνυμοι θεαί,
Περσέφασσα καὶ φίλα
685Δαμάτηρ θεά,
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
κτήσαντο — πέμπε πυρφόρους
θεάς, ἄμυνε τᾷδε γᾷ:
πάντα δ᾽ εὐπετῆ θεοῖς.