Ἰοκάστη
ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῇ τόθ᾽ ἡμέρᾳ
5ἀκτῖν᾽ ἐφῆκας, Κάδμος ἡνίκ᾽ ἦλθε γῆν
τήνδ᾽, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα:
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
10ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
— Κρέων τ᾽ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —
καλοῦσι δ᾽ Ἰοκάστην με: τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μ᾽: ἐπεὶ δ᾽ ἄπαις
ἦν χρόνια λέκτρα τἄμ᾽ ἔχων ἐν δώμασιν,
15ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ᾽ ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
ὃ δ᾽ εἶπεν: ὦ Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ:
εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς,
20καὶ πᾶς σὸς οἶκος βήσεται δι᾽ αἵματος.
ὃ δ᾽ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
ἔσπειρεν ἡμῖν παῖδα: καὶ σπείρας, † βρέφος †
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶν᾽ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον:
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσ᾽ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
30ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.