Ἰάσων
αἰνῶ, γύναι, τάδ᾽, οὐδ᾽ ἐκεῖνα μέμφομαι:
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
910γάμου †παρεμπολῶντος† ἀλλοίου πόσει.
ἀλλ᾽ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
βουλήν: γυναικὸς ἔργα ταῦτα σώφρονος.
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
915πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν:
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
τὰ πρῶτ᾽ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
ἀλλ᾽ αὐξάνεσθε: τἄλλα δ᾽ ἐξεργάζεται
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.
920ἴδοιμι δ᾽ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
κοὐκ ἀσμένη τόνδ᾽ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
925οὐδέν. τέκνων τῶνδ᾽ ἐννοουμένη πέρι.
Ἰάσων
τί δή, τάλαινα, τοῖσδ᾽ ἐπιστένεις τέκνοις;
Μήδεια
930ἔτικτον αὐτούς: ζῆν δ᾽ ὅτ᾽ ἐξηύχου τέκνα,
ἐσῆλθέ μ᾽ οἶκτος εἰ γενήσεται τάδε.
Ἰάσων
θάρσει νυν: εὖ γὰρ τῶνδε θήσομαι πέρι.
Μήδεια
δράσω τάδ᾽: οὔτοι σοῖς ἀπιστήσω λόγοις:
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ εἰς ἐμοὺς ἥκεις λόγους,
τὰ μὲν λέλεκται, τῶν δ᾽ ἐγὼ μνησθήσομαι.
ἐπεὶ τυράννοις γῆς μ᾽ ἀποστεῖλαι δοκεῖ
935(κἀμοὶ τάδ᾽ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,
μήτ᾽ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
ναίειν: δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις)
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ᾽ ἀπαροῦμεν φυγῇ,
παῖδες δ᾽ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
940αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.