Χορός
410ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται:
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ᾽
οὐκέτι πίστις ἄραρεν.
415τὰν δ᾽ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι:
ἔρχεται τιμὰ γυναικείῳ γένει:
οὐκέτι δυσκέλαδος
420φάμα γυναῖκας ἕξει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics