Χορός
— ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
195τοῦ πανὸν πυρίφλεκτον αἴ-
ρει τις — ἆρ᾽ ὃς ἐμαῖσι μυ-
θεύεται παρὰ πήναις,
ἀσπιστὰς Ἰόλαος, ὃς
κοινοὺς αἰρόμενος πόνους
200Δίῳ παιδὶ συναντλεῖ;
— καὶ μὰν τόνδ᾽ ἄθρησον
πτεροῦντος ἔφεδρον ἵππου:
τὰν πῦρ πνέουσαν ἐναίρει
τρισώματον ἀλκάν.