Ἴων
μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
τῆς ἡδονῆς τῆσδ᾽ ἧς ἔδωχ᾽ ὑμῖν ἐγώ.
Κρέουσα
1470ὦ τέκνον,
τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
Κρέουσα
ἄλλοθεν γέγονας, ἄλλοθεν.
Ἴων
ὤμοι: νόθον με παρθένευμ᾽ ἔτικτε σόν;
Κρέουσα
οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
1475ὑμέναιος ἐμός,
τέκνον, ἔτικτε σὸν κάρα.
Ἴων
αἰαῖ: πέφυκα δυσγενής. μῆτερ, πόθεν;
Κρέουσα
ἃ σκοπέλοις ἐπ᾽ ἐμοῖς
1480τὸν ἐλαιοφυῆ πάγον
θάσσει —
Ἴων
λέγεις μοι δόλια κοὐ σαφῆ τάδε.
Κρέουσα
παρ᾽ ἀηδόνιον πέτραν
Φοίβῳ —
Κρέουσα
κρυπτόμενον λέχος ηὐνάσθην ...
Ἴων
1485λέγ᾽: ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.
Κρέουσα
δεκάτῳ δέ σε μηνὸς ἐν
κύκλῳ κρύφιον ὠδῖν᾽ ἔτεκον Φοίβῳ.
Ἴων
ὦ φίλτατ᾽ εἰποῦσ᾽, εἰ λέγεις ἐτήτυμα.
Κρέουσα
παρθένια δ᾽ ἐμᾶς λάθρα ματέρος
1490σπάργαν᾽ ἀμφίβολά σοι τάδ᾽ ἐνῆψα, κερ-
κίδος ἐμᾶς πλάνους.
γάλακτι δ᾽ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ
τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,
ἀνὰ δ᾽ ἄντρον ἔρημον οἰωνῶν
1495γαμφηλαῖς φόνευμα θοίναμά τ᾽ εἰς
Ἅιδαν ἐκβάλλῃ.
Κρέουσα
ἐν φόβῳ, τέκνον,
καταδεθεῖσα σὰν
ἀπέβαλον ψυχάν:
1500ἔκτεινά σ᾽ ἄκουσ᾽.
Ἴων
ἐξ ἐμοῦ τ᾽ οὐχ ὅσι᾽ ἔθνῃσκες.
Κρέουσα
ἰώ: δειναὶ μὲν τότε τύχαι,
δεινὰ δὲ καὶ τάδ᾽: ἑλισσόμεσθ᾽ ἐκεῖθεν
1505ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,
μεθίσταται δὲ πνεύματα.
μενέτω: τὰ πάροιθεν ἅλις κακά: νῦν δὲ
γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.