Τροφός
ἔσωθεν
ἰοὺ ἰού:
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων:
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
φεῦ φεῦ, πέπρακται: βασιλὶς οὐκέτ᾽ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
780οὐ σπεύσετ᾽; οὐκ οἴσει τις ἀμφιδέξιον
σίδηρον, ᾧ τόδ᾽ ἅμμα λύσομεν δέρης;
Χορός
φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους
λῦσαί τ᾽ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
— τί δ᾽; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785 τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφός
ὀρθώσατ᾽ ἐκτείνοντες ἄθλιον νέκυν:
πικρὸν τόδ᾽ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή:
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
790γυναῖκες, ἴστε τίς ποτ᾽ ἐν δόμοις βοὴ
†ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;
οὐ γάρ τί μ᾽ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795πρόσω μὲν ἤδη βίοτος, ἀλλ᾽ ὅμως ἔτ᾽ ἂν
λυπηρὸς ἡμῖν τούσδ᾽ ἂν ἐκλίποι δόμους.
Χορός
οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
Θησεῦ: νέοι θανόντες ἀλγύνουσί σε.
Θησεύς
οἴμοι: τέκνων μοι μή τι συλᾶται βίος;
Χορός
800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
Θησεύς
τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χορός
βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησεύς
λύπῃ παχνωθεῖσ᾽, ἢ ἀπὸ συμφορᾶς τίνος;
Χορός
τοσοῦτον ἴσμεν: ἄρτι γὰρ κἀγὼ δόμους,
805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
Θησεύς
αἰαῖ: τί δῆτα τοῖσδ᾽ ἀνέστεμμαι κάρα
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
825ἐκλύεθ᾽ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810γυναικός, ἥ με κατθανοῦσ᾽ ἀπώλεσεν.