Χορός
εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,
τύχαν μετ᾽ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν.
1115δόξα δὲ μήτ᾽ ἀτρεκὴς μήτ᾽ αὖ παράσημος ἐνείη,
ῥᾴδια δ᾽ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
βίον συνευτυχοίην.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics