Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[26]
μεμαρτυρηκότος μὲν ἡμῖν τοῦ Μίκωνος, καθ᾽ οὗ δοὺς Θεοκρίνης οὑτοσὶ τὴν φάσιν οὐκ ἐπεξῆλθε, καὶ πεποιηκότος αὑτὸν τούτοις ὑπόδικον, ὁμολογοῦντος δὲ τοῦ γραμματέως λαβεῖν τὴν φάσιν παρὰ τούτου, καὶ πεποιηκυίας τῆς μαρτυρίας τῆς ὀλίγον τι πρότερον ἀναγνωσθείσης αὐτὸν ὑπόδικον; ἔτι δὲ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν μόλις μέν, ἀλλ᾽ οὖν ταὐτὰ τούτοις μεμαρτυρηκότων; πρὸς δὲ τούτοις τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν καὶ προσελθόντων τοῖς ἄρχουσι μαρτυρούντων, ὥσπερ ὀλίγον πρότερον ἠκούσατε;’ ἀλλ᾽ οὐ δίκαιον, ὦ ἄνδρες δικασταί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.