ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, αὐτὸς μὲν οὐδ᾽ ὁπωστιοῦν ἐγνώριζον τοὺς ἀνθρώπους τούτους: Θρασυμήδης δ᾽ ὁ Διοφάντου υἱός, ἐκείνου τοῦ Σφηττίου, καὶ Μελάνωπος ὁ ἀδελφὸς αὐτοῦ ἐπιτήδειοί μοί εἰσιν, καὶ χρώμεθα ἀλλήλοις ὡς οἷόν τε μάλιστα. οὗτοι προσῆλθόν μοι μετὰ Λακρίτου τουτουί, ὁπόθεν δήποτε ἐγνωρισμένοι τούτῳ (οὐ γὰρ οἶδα),