τὸν μὲν τρόπον τοῦτον ἀπήλλαξεν τοὺς χρήστας Ἀπατούριος οὑτοσί. οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆς τραπέζης ἀνασκευασθείσης, καὶ τοῦ Ἡρακλείδου κατ᾽ ἀρχὰς κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούς τε παῖδας ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένος. ὅθεν ἐμοὶ πρὸς τοῦτον ἡ πρώτη διαφορὰ ἐγένετο. αἰσθόμενος γὰρ ὁ Παρμένων ἐξαγομένων τῶν παίδων ἐπιλαμβάνεται καὶ τὴν ναῦν κατεκώλυσεν αὐτὸν ἐξορμίζειν, καὶ μεταπεμψάμενος ἐμὲ λέγει τὸ πρᾶγμα.