ἓν δ᾽ εἰπὼν ἔτι παύσασθαι βούλομαι. ἔξιτ᾽ αὐτίκα δὴ μάλ᾽ ἐκ τοῦ δικαστηρίου, θεωρήσουσι δ᾽ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται, καὶ κατ᾽ ἄνδρ᾽ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους. τί οὖν ἐρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ προέμενοι τοὺς νόμους ἔξιτε; ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε;