Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
ἀλλ᾽ ἂν ἀφέντες ταῦτ᾽ ἐκεῖν᾽ εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερ᾽ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθ᾽ ὅσα πώποτ᾽ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθ᾽ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδ᾽ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτ᾽ εἰδῶμεν, καὶ τὰ δέοντ᾽ ἐσόμεθ᾽ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι: οὐ γὰρ ἅττα ποτ᾽ ἔσται δεῖ σκοπεῖν, ἀλλ᾽ ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.