Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
τί οὖν κελεύω; τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας: ἐπεὶ νῦν γε γέλως ἔσθ᾽ ὡς χρώμεθα τοῖς πράγμασιν. εἰ γὰρ ἔροιτό τις ὑμᾶς, ‘εἰρήνην ἄγετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι;’ ‘μὰ Δί᾽ οὐχ ἡμεῖς γ᾽,’ εἴποιτ᾽ ἄν, ‘ἀλλὰ Φιλίππῳ πολεμοῦμεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.