Βδελυκλέων
νὴ Δί᾽ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορός
480οὐδὲ μὴν οὐδ᾽ ἐν σελίνῳ σοὐστὶν οὐδ᾽ ἐν πηγάνῳ:
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ᾽ ὅταν ξυνήγορος
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων
ἆρ᾽ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι᾽ ἡμέρας;
Χορός
οὐδέποτέ γ᾽, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
ὅστις ἡμῶν ἐπὶ τυραννίδ᾽ ὧδ᾽ ἐστάλης.