next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωσίας

Οὗτος τί πάσχεις κακόδαιμον Ξανθία;

Ξανθίας

φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.

Σωσίας

κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
ἆρ᾽ οἶσθά γ᾽ οἷον κνώδαλον φυλάττομεν;

Ξανθίας

5οἶδ᾽, ἀλλ᾽ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.

Σωσίας

σὺ δ᾽ οὖν παρακινδύνευ᾽, ἐπεὶ καὐτοῦ γ᾽ ἐμοῦ
κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.

Ξανθίας

ἀλλ᾽ παραφρονεῖς ἐτεὸν κορυβαντιᾷς;

Σωσίας

οὔκ, ἀλλ᾽ ὕπνος μ᾽ ἔχει τις ἐκ Σαβαζίου.

Ξανθίας

10τὸν αὐτὸν ἄρ᾽ ἐμοὶ βουκολεῖς Σαβάζιον.
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος:
καὶ δῆτ᾽ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.

Σωσίας

κἄγωγ᾽ ἀληθῶς οἷον οὐδεπώποτε.
15ἀτὰρ σὺ λέξον πρότερος.

Ξανθίας
ἐδόκουν αἰετὸν
καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.

Σωσίας

20οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.

Ξανθίας

πῶς δή;

Σωσίας
προσερεῖ τις τοῖσι συμπόταις, λέγων
τί ταὐτὸν ἐν γῇ τ᾽ ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;’

Ξανθίας

οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
25ἰδόντι τοιοῦτον ἐνύπνιον;

Σωσίας
μὴ φροντίσῃς.
οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.

Ξανθίας

δεινόν γέ ποὔστ᾽ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.

Σωσίας
ἀλλ᾽ ἐστὶν μέγα.
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.

Ξανθίας

30λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.

Σωσίας

ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια:
κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
35δημηγορεῖν φάλαινα πανδοκεύτρια,
ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.

Ξανθίας

αἰβοῖ.

Σωσίας
τί ἔστι;

Ξανθίας
παῦε παῦε, μὴ λέγε:
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.

Σωσίας

εἶθ᾽ μιαρὰ φάλαιν᾽ ἔχουσα τρυτάνην
40ἵστη βόειον δημόν.

Ξανθίας
οἴμοι δείλαιος:
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.

Σωσίας

ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
45ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.’

Ξανθίας

ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν.

Σωσίας

οὔκουν ἐκεῖν᾽ ἀλλόκοτον, Θέωρος κόραξ
γιγνόμενος;

Ξανθίας
ἥκιστ᾽, ἀλλ᾽ ἄριστον.

Σωσίας
πῶς;

Ξανθίας
ὅπως;
ἄνθρωπος ὢν εἶτ᾽ ἐγένετ᾽ ἐξαίφνης κόραξ:
50οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
ἀρθεὶς ἀφ᾽ ἡμῶν ἐς κόρακας οἰχήσεται;

Σωσίας

εἶτ᾽ οὐκ ἐγὼ δοὺς δύ᾽ ὀβολὼ μισθώσομαι
οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: