Χορός
ἤδη 'μοὶ τῷ παντόπτᾳ
καὶ παντάρχᾳ θνητοὶ πάντες
1060θύσουσ᾽ εὐκταίαις εὐχαῖς.
πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
σῴζω δ᾽ εὐθαλεῖς καρποὺς
κτείνων παμφύλων γένναν
θηρῶν, ἂ πάντ᾽ ἐν γαίᾳ
1065ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις
δένδρεσί τ᾽ ἐφημένα καρπὸν ἀποβόσκεται:
κτείνω δ᾽ οἳ κήπους εὐώδεις
φθείρουσιν λύμαις ἐχθίσταις,
ἑρπετά τε καὶ δάκετα πάνθ᾽ ὅσαπερ
1070ἔστιν ὑπ᾽ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.