Ἐυελπίδης
ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
Πισθέταιρος
διαρραγείης: ἥδε δ᾽ αὖ κρώζει πάλιν.
Ἐυελπίδης
τί ὦ πόνηρ᾽ ἄνω κάτω πλανύττομεν;
ἀπολούμεθ᾽ ἄλλως τὴν ὁδὸν προφορουμένω.
Πισθέταιρος
5τὸ δ᾽ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
Ἐυελπίδης
τὸ δ᾽ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
Πισθέταιρος
ἀλλ᾽ οὐδ᾽ ὅπου γῆς ἐσμὲν οἶδ᾽ ἔγωγ᾽ ἔτι.
Ἐυελπίδης
10ἐντευθενὶ τὴν πατρίδ᾽ ἂν ἐξεύροις σύ που;
Πισθέταιρος
οὐδ᾽ ἂν μὰ Δία γ᾽ ἐντεῦθεν Ἐξηκεστίδης.
Πισθέταιρος
σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.
Ἐυελπίδης
ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,
15ὃς τώδ᾽ ἔφασκε νῷν φράσειν τὸν Τηρέα
τὸν ἔποφ᾽ ὃς ὄρνις ἐγένετ᾽ ἐκ τῶν ὀρνέων:
κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ
κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.
τὼ δ᾽ οὐκ ἄρ᾽ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
20καὶ νῦν τί κέχηνας; ἔσθ᾽ ὅποι κατὰ τῶν πετρῶν
ἡμᾶς ἔτ᾽ ἔξεις. οὐ γάρ ἐστ᾽ ἐνταῦθά τις
ὁδός.
Πισθέταιρος
οὐδὲ μὰ Δί᾽ ἐνταῦθά γ᾽ ἀτραπὸς οὐδαμοῦ.
Ἐυελπίδης
οὐδ᾽ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;
Πισθέταιρος
οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
Ἐυελπίδης
25τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
Πισθέταιρος
τί δ᾽ ἄλλο γ᾽ ἢ
βρύκουσ᾽ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
Ἐυελπίδης
οὐ δεινὸν οὖν δῆτ᾽ ἐστὶν ἡμᾶς δεομένους
ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
ἔπειτα μὴ 'ξευρεῖν δύνασθαι τὴν ὁδόν;
30ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ:
ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,
ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
ἀστοὶ μετ᾽ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
35ἀνεπτόμεσθ᾽ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,
αὐτὴν μὲν οὐ μισοῦντ᾽ ἐκείνην τὴν πόλιν
τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν᾽ ἢ δύο
40ἐπὶ τῶν κραδῶν ᾁδουσ᾽, Ἀθηναῖοι δ᾽ ἀεὶ
ἐπὶ τῶν δικῶν ᾁδουσι πάντα τὸν βίον.
διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
κανοῦν δ᾽ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
45ὅποι καθιδρυθέντε διαγενοίμεθ᾽ ἄν.
ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα
τὸν ἔποπα, παρ᾽ ἐκείνου πυθέσθαι δεομἐνω,
εἴ που τοιαύτην εἶδε πόλιν ᾗ 'πέπτετο.