7.
ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον.ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως: ταχέως μὲν, ἀνύειν τὰ ἔργα: ἀπόνως δὲ, Ρ῾ηῖδίως δρῇν: εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως: εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως: ἄφ᾽ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται.
εἰργασμένον δὲ ἀγαθῶς, καλῶς: καλῶς μὲν, ἁπλῶς, εὐκρινέως: ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως: ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]: τὰ δὲ εἴδεα, ἁπλοῦν,
σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, Ρ῾όμβος, καὶ ἡμίτομον: ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.