σκέψασθε δὲ καὶ αὐτοῦ Ἀνδοκίδου τὸν βίον, ἀφ᾽ οὗ ἠσέβηκε, καὶ εἴ τις τοιοῦτος ἕτερός ἐστιν. Ἀνδοκίδης γὰρ ἐπειδὴ ἥμαρτεν, ἐξ ἐπιβολῆς1 εἰσαχθεὶς εἰς τὸ δικαστήριον, ἔδησεν2 ἑαυτὸν τιμησάμενος δεσμοῦ, εἰ μὴ παραδοίη τὸν ἀκόλουθον: εὖ δ᾽ ἤδει οὐ δυνησόμενος παραδοῦναι,