previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] τί οὖν, μῆτερ; ἐκεῖναι εὐτυχέστεραί μου καὶ καλλίους εἰσίν;

μήτηρ
οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ᾽ ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι: σὺ δὲ εἶ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν: καὶ πρῴην μὲν ὅτε γεωργὸς Ἀχαρνεὺς ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτόςοἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντοςσὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.

Μουσάριον
τί οὖν; ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα; λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἀχαρνικός. [p. 298]

μήτηρ
ἔστω: ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω; οὐ καλὸς ἦν καὶ ἀστεῖος καὶ ἡλικιώτης Χαιρέου;

Μουσάριον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: