Πάμφιλος
μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι
χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
Μύρτιον
ἡ Δωρὶς αὕτη ἐλύπησέ με: πεμφθεῖσα γὰρ [p. 283]
ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ
Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ
... μᾶλλον δὲ σὺ αὐτή, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ
γε μὴ ἐπλάσω ταῦτα.
Δῶρις
ἀλλ᾽ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην:
ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι
ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος
γαμεῖ τὴν Φείδωνος θυγατέρα: εἰ δὲ ἀπιστοίην,
ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα
κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
Πάμφιλος
τί οὖν; παρέκυψας, ὦ Δωρί;
Δῶρις
καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.