Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις: κακῶς
ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλ᾽ ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων.
ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει ; οὓς καλοὺς
καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ
συγχωρεῖς, καθ᾽ ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς
πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι
γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους.
καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι
[p. 506]
διδόασιν κατὰ τῶν τοὺς εὐεργέτας μὴ ἀντευποιούντων. ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπ᾽
αὐτοῖς οἷς πέπονθε κολάζειν ἀξιῶν, σκέψασθε
εἴ τινα ὑπερβολὴν ἀδικίας ἀπολέλοιπεν.
ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.