Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[15]
τί ταῦτα ἔφησθα,
ὦ Εὔδημε ;
ἦν’
δ᾽ ἐγώ ‘
ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις ;
ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη
λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας.
ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν,
ἐμπεπνευματωμένου τοῦ ἀκατίου,
εὐφοροῦσάν τε καὶ
ἀκροκυματοῦσαν,
ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον,
φθόνῳ τῆς εὐηνεμίας.’
‘
[p. 314] Οὐκοῦν,’
ἦ δ᾽ ὅς, ‘
σὺ μέν,
εἰ βούλει,
πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος,
ἐγὼ δ᾽ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι
διαφερόμενὸν σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ τοῦ ἀνέμου κατουρουμένην.’
Λυκῖνος