This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[11]
ἐμὲ δέ,’ ἦ δ᾽ ὃς ,ὁ Εὔδημος, ‘ ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν: οἶσθα τὸν χαλκοῦν τὸν ^ ἑστῶτα ἐν
τῇ ἀγορᾷ. καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων διετέλεσεν,^ ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν. εἶτα
Τερμέριόν τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν:
ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδ᾽ ἐφ᾽ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς
ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ
[p. 310]
πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον ^ τὸν
ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή πη ἔτι συνεχὴς εἴη τὴν φάρυγγα. τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα.’
‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.