Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
εἰπόντος ταῦτα τοῦ Διὸς ἡ ἐκκλησία
διετεθορύβητο καὶ εὐθὺς ἐβόων ἅπαντες, ‘κεραύνωσον,’
‘κατάφλεξον’
‘ ἐπίτριψον,’
‘ἐς τὸ βάραθρον,’
‘ἐς τὸν Τάρταρον,’
‘ὡς τοὺς Γίγαντας.’ ἡσυχίαν
δὲ ὁ Ζεὺς αὖθις παραγγείλας, ‘ ἔσται ταῦτα ὡς βούλεσθε,’ ἔφη, ‘ καὶ πάντες ἐπιτρίψονται αὐτῇ διαλεκτικῇ, πλὴν τό γε νῦν εἶναι οὐ θέμις
κολασθῆναί τινα: ἱερομηνία γάρ ἐστιν, ὡς ἴστε, μηνῶν τούτων τεττάρων, καὶ ἤδη τὴν ἐκεχειρίαν περιηγγειλάμην. ἐς νέωτα οὖν ἀρχομένου ἦρος κακοὶ κακῶς ἀπολοῦνται τῷ σμερδαλέῳ κεραυνῷ.’
‘ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.