καθόλου δὲ διὰ τὴν τῶν τραγῳδῶν τερατείαν ποικίλη τις διάθεσις καὶ διάφορος ἱστορία περὶ Μηδείας ἐξενήνεκται, καί τινες χαρίζεσθαι βουλόμενοι τοῖς Ἀθηναίοις φασὶν αὐτὴν ἀναλαβοῦσαν τὸν ἐξ Αἰγέως Μῆδον εἰς Κόλχους διασωθῆναι: κατὰ δὲ τοῦτον τὸν χρόνον Αἰήτην ἐκ τῆς βασιλείας [p. 485] ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην: μετὰ δὲ ταῦτα δυνάμεως ἐγκρατῆ γενόμενον τὸν Μῆδον πολλὴν ἐπελθεῖν τῆς ὑπὲρ τὸν Πόντον Ἀσίας, καὶ κατασχεῖν τὴν ἀπ᾽ ἐκείνου Μηδίαν προσαγορευθεῖσαν. [2] ἀλλὰ γὰρ τὸ πάσας τὰς ἀποφάσεις τῶν περὶ τῆς Μηδείας μυθολογησάντων ἀναγράφειν οὐκ ἀναγκαῖον ἅμα καὶ μακρὸν εἶναι κρίνοντες τὰ καταλειπόμενα τῆς περὶ τῶν Ἀργοναυτῶν ἱστορίας προσθήσομεν. [3] οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπ᾽ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν. ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ τοῦ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθ᾽ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γινομένους Γαδείρων εἰς τὴν καθ᾽ ἡμᾶς θάλατταν εἰσπλεῦσαι. [4] ἀποδείξεις δὲ τούτων φέρουσι, δεικνύντες τοὺς παρὰ τὸν ὠκεανὸν κατοικοῦντας Κελτοὺς σεβομένους μάλιστα τῶν θεῶν τοὺς Διοσκόρους: παραδόσιμον γὰρ αὐτοὺς ἔχειν ἐκ παλαιῶν χρόνων τὴν τούτων τῶν θεῶν παρουσίαν ἐκ τοῦ ὠκεανοῦ [p. 486] γεγενημένην. εἶναι δὲ καὶ τὴν παρὰ τὸν ὠκεανὸν χώραν οὐκ ὀλίγας ἔχουσαν προσηγορίας ἀπό τε τῶν Ἀργοναυτῶν καὶ τῶν Διοσκόρων. [5] παραπλησίως δὲ καὶ τὴν ἐντὸς Γαδείρων ἤπειρον ἔχειν ἐμφανῆ σημεῖα τῆς τούτων ἀνακομιδῆς. περὶ μὲν γὰρ τὴν Τυρρηνίαν καταπλεύσαντας αὐτοὺς εἰς νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν τὸν ἐν αὐτῇ λιμένα, κάλλιστον ὄντα τῶν ἐν ἐκείνοις τοῖς τόποις, Ἀργῷον ἀπὸ τῆς νεὼς προσαγορεῦσαι, καὶ μέχρι τῶνδε τῶν χρόνων διαμένειν αὐτοῦ τὴν προσηγορίαν. [6] παραπλησίως δὲ τοῖς εἰρημένοις κατὰ μὲν τὴν Τυρρηνίαν ἀπὸ σταδίων ὀκτακοσίων τῆς Ῥώμης ὀνομάσαι λιμένα Τελαμῶνα, κατὰ δὲ Φορμίας τῆς Ἰταλίας Αἰήτην τὸν νῦν Καιήτην προσαγορευόμενον. πρὸς δὲ τούτοις ὑπ᾽ ἀνέμων αὐτοὺς ἐκριφέντας εἰς τὰς Σύρτεις, καὶ μαθόντας παρὰ Τρίτωνος τοῦ τότε βασιλεύοντος τῆς Λιβύης τὴν ἰδιότητα τῆς θαλάττης, καὶ τὸν κίνδυνον ἐκφυγόντας, δωρήσασθαι χαλκοῦν τρίποδα τὸν ἀρχαίοις μὲν κεχαραγμένον γράμμασι, μέχρι δὲ τῶν νεωτέρων χρόνων διαμείναντα παρὰ τοῖς Εὐεσπερίτας. [7] οὐ παραλειπτέον δ᾽ ἡμῖν ἀνεξέλεγκτον τὴν ἱστορίαν τῶν ἀποφηναμένων τοὺς Ἀργοναύτας ἀνὰ τὸν Ἴστρον πλεύσαντας μέχρι τῶν πηγῶν κατενεχθῆναι διὰ τῆς ἀντιπροσώπου ῥύσεως πρὸς τὸν Ἀδριατικὸν κόλπον. [8] τούτους γὰρ ὁ χρόνος ἤλεγξεν ὑπολαβοντας τὸν ἐν τῷ Πόντῳ πλείοσι στόμασιν ἐξερευγόμενον Ἴστρον καὶ τὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλοντα [p. 487] τὴν ῥύσιν ἔχειν ἀπὸ τῶν αὐτῶν τόπων. Ῥωμαίων γὰρ καταπολεμησάντων τὸ τῶν Ἴστρων ἔθνος, εὑρέθη τὰς πηγὰς ἔχων ὁ ποταμὸς ἀπὸ τετταράκοντα σταδίων τῆς θαλάττης. ἀλλὰ γὰρ τοῖς συγγραφεῦσιν αἰτίαν τῆς πλάνης φασὶ γενέσθαι τὴν ὁμωνυμίαν τῶν ποταμῶν.