This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ὁμολογήσας δὲ ἐξοίσειν τὰς συνθήκας ὁ Ἀριστοκλῆς ἐμφανεῖς μὲν οὔπω καὶ τήμερον ἐνήνοχεν, εἰς δὲ τὴν ἡμέραν τὴν συγκειμένην ἀπαντήσας εἰς τὸ Ἡφαιστεῖον, προὐφασίζετο ὡς ὁ παῖς περιμένων αὑτὸν ἀπολωλεκὼς εἴη τὸ γραμματεῖον καθεύδων. ὁ δὲ ταῦτα κατασκευάζων ἦν Ἐρυξίας ὁ ἰατρὸς ὁ ἐκ Πειραιῶς, οἰκείως ἔχων τῷ Ἀριστοκλεῖ: ὅσπερ καὶ ἐμοὶ τοῦ ἀγῶνος αἴτιός ἐστιν, διαφόρως ἔχων. καὶ ὡς ἐσκήψατο ἀπολωλέναι ὁ Ἀριστοκλῆς, ἀκούσατε τῶν μαρτυριῶν.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.