[2] ἐκέκτητο δὲ χωρίον καλὸν ἐν Ἄρποις, καὶ περὶ Νέαν πόλιν ἦν ἀγρὸς καὶ περὶ Πομπηΐους ἕτερος, οὐ μεγάλοι: φερνή τε Τερεντίας τῆς γυναικὸς προσεγένετο μυριάδων δέκα, καὶ κληρονομία τις εἰς ἐννέα δηναρίων συναχθεῖσα μυριάδας, ἀπὸ τούτων ἐλευθερίως ἅμα καὶ σωφρόνως διῆγε μετὰ τῶν συμβιούντων Ἑλλήνων καὶ Ῥωμαίων φιλολογῶν, σπάνιον, εἴ ποτε, πρὸ δυσμῶν ἡλίου κατακλινόμενος, οὐχ οὕτω δι᾽ ἀσχολίαν, ὡς διὰ τὸ σῶμα τῷ στομάχῳ μοχθηρῶς διακείμενον. [3] ἦν δὲ καὶ τὴν ἄλλην περὶ τὸ σῶμα θεραπείαν ἀκριβὴς καὶ περιττός, ὥστε καὶ τρίψεσι καὶ περιπάτοις ἀριθμῷ τεταγμένοις χρῆσθαι. τοῦτον τὸν τρόπον διαπαιδαγωγῶν τὴν ἕξιν ἄνοσον καὶ διαρκῆ πρὸς πολλοὺς καὶ μεγάλους ἀγῶνας καὶ πόνους συνεῖχεν. οἰκίαν δὲ τὴν μὲν πατρῴαν τῷ ἀδελφῷ παρεχώρησεν, αὐτὸς δ᾽ ᾤκει περὶ τὸ Παλάτιον ὑπὲρ τοῦ μὴ μακρὰν βαδίζοντας [p. 102] ἐνοχλεῖσθαι τοὺς θεραπεύοντας αὐτόν, [4] ἐθεράπευον δὲ καθ᾽ ἡμέραν ἐπὶ θύρας φοιτῶντες οὐκ ἐλάτονες ἢ Κράσσον ἐπὶ πλούτῳ καὶ Πομπήιον διὰ τὴν ἐν τοῖς στρατεύμασι δύναμιν, θαυμαζομένους μάλιστα Ῥωμαίων καὶ μεγίστους ὄντας. Πομπήιος δὲ καὶ Κικέρωνα ἐθεράπευε, καὶ μεγάλα πρὸς δύναμιν αὐτῷ καὶ δόξαν ἡ Κικέρωνος συνέπραξε πολιτεία.