[4] ταῦτα πάντα ποιῶν ὁ Μάριος καὶ διὰ τούτων τοὺς στρατιώτας δημαγωγῶν ταχὺ μὲν ἐνέπλησε τὴν Λιβύην, ταχὺ δὲ τὴν Ῥώμην, ὀνόματος καὶ δόξης, τῶν ἀπὸ στρατοπέδου τοῖς οἴκοι γραφόντων ὡς οὐκ ἔστι πέρας οὐδὲ ἀπαλλαγὴ τοῦ πρὸς τὸν βάρβαρον πολέμου μὴ Γάϊον Μάριον ἑλομένοις ὕπατον.