Χορός
οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
κακῶν, ἐφ᾽ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβύτης
925ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
πρόσωπον, ἔξω δ᾽ ἐγενόμην γνώμης ἐμῆς.
κακῶν γὰρ ἄρτι κῦμ᾽ ὑπεξαντλῶν φρενί,
πρύμνηθεν αἴρει μ᾽ ἄλλο σῶν λόγων ὕπο,
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
θηρσὶν φίλον τύμβευμ᾽; ἄνελθέ μοι πάλιν.
Κρέουσα
αἰσχύνομαι μέν σ᾽, ὦ γέρον, λέξω δ᾽ ὅμως.
Πρεσβύτης
935ὡς συστενάζειν γ᾽ οἶδα γενναίως φίλοις.
Κρέουσα
ἄκουε τοίνυν: οἶσθα Κεκροπίας πέτρας
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
Πρεσβύτης
οἶδ᾽, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρέουσα
ἐνταῦθ᾽ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβύτης
940τίν᾽; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
Κρέουσα
Φοίβῳ ξυνῆψ᾽ ἄκουσα δύστηνον γάμον.
Πρεσβύτης
ὦ θύγατερ, ἆρ᾽ ἦν ταῦθ᾽ ἅ γ᾽ ᾐσθόμην ἐγώ;
Κρέουσα
οὐκ οἶδ᾽: ἀληθῆ δ᾽ εἰ λέγεις φαίημεν ἄν.
Πρεσβύτης
νόσον κρυφαίαν ἡνίκ᾽ ἔστενες λάθρα;
Κρέουσα
945τότ᾽ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
Πρεσβύτης
κᾆτ᾽ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρέουσα
ἔτεκον — ἀνάσχου ταῦτ᾽ ἐμοῦ κλύων, γέρον.
Πρεσβύτης
ποῦ; τίς λοχεύει σ᾽; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα
μόνη κατ᾽ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβύτης
950ὁ παῖς δὲ ποῦ 'στιν; ἵνα σὺ μηκέτ᾽ ᾖς ἄπαις.
Κρέουσα
τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβύτης
τέθνηκ᾽; Ἀπόλλων δ᾽ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρέουσα
οὐκ ἤρκεσ᾽: Ἅιδου δ᾽ ἐν δόμοις παιδεύεται.
Πρεσβύτης
τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
Κρέουσα
955ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
Πρεσβύτης
οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
Κρέουσα
αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
Πρεσβύτης
καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;
Κρέουσα
πῶς δ᾽ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ᾽ ἔπη —
Πρεσβύτης
960φεῦ:
τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
Κρέουσα
εἰ παῖδά γ᾽ εἶδες χεῖρας ἐκτείνοντά μοι.
Πρεσβύτης
μαστὸν διώκοντ᾽ ἦ πρὸς ἀγκάλαις πεσεῖν;
Κρέουσα
ἐνταῦθ᾽, ἵν᾽ οὐκ ὢν ἄδικ᾽ ἔπασχεν ἐξ ἐμοῦ.
Πρεσβύτης
σοὶ δ᾽ ἐς τί δόξ᾽ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
Κρέουσα
965ὡς τὸν θεὸν σῴζοντα τόν γ᾽ αὑτοῦ γόνον.