ὦ τᾶς ἑπταφθόγγου μέλπων
κιθάρας ἐνοπάν, ἅτ᾽ ἀγραύλοις
κέρασιν ἐν ἀψύχοις ἀχεῖ
μουσᾶν ὕμνους εὐαχήτους,
885σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
πρὸς τάνδ᾽ αὐγὰν αὐδάσω.
ἦλθές μοι χρυσῷ χαίταν
μαρμαίρων, εὖτ᾽ ἐς κόλπους
κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
890ἀνθίζειν χρυσανταυγῆ:
λευκοῖς δ᾽ ἐμφὺς καρποῖσιν
χειρῶν εἰς ἄντρου κοίτας
κραυγὰν Ὦ μᾶτέρ μ᾽ αὐδῶσαν
θεὸς ὁμευνέτας
895ἆγες ἀναιδείᾳ
Κύπριδι χάριν πράσσων.
τίκτω δ᾽ ἁ δύστανός σοι
κοῦρον, τὸν φρίκᾳ ματρὸς
εἰς εὐνὰν βάλλω τὰν σάν,
900ἵνα με λέχεσι μελέαν μελέοις
ἐζεύξω τὰν δύστανον.
οἴμοι μοι: καὶ νῦν ἔρρει
πτανοῖς ἁρπασθεὶς θοίνα
παῖς μοι — καὶ σός, τλάμων:
905σὺ δὲ κιθάρᾳ κλάζεις
παιᾶνας μέλπων.