Χορός
695 — φίλαι, πότερ᾽ ἐμᾷ δεσποίνᾳ
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
πόσιν, ἐν ᾧ τὰ πάντ᾽ ἔχουσ᾽ ἐλπίδων
μέτοχος ἦν, τλάμων, ...
— νῦν δ᾽ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δ᾽ εὐτυχεῖ.
700 — πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δ᾽ ...
— ἀτίετος φίλων.
— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης ...
( — ὄλοιτ᾽, ὄλοιτο)πότνιαν ἐξαπαφὼν ἐμάν.
705 — καὶ θεοῖσιν μὴ τύχοι
καλλίφλογα πέλανον ἐπὶ
πυρὶ καθαγνίσας: τὸ δ᾽ ἐμὸν εἴσεται,
ὅσον ἀμᾶς ἔφυν
710τυραννίδος φίλα.
— ἦ δὴ πέλας δείπνων κυρεῖ
παῖς καὶ πατὴρ νέος νέων.