ἐλθὼν δ᾽ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
γυναῖκά θ᾽ ὡς ἄτεκνον, ἣ κοινουμένη
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
610αὐτὴ καθ᾽ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
πῶς οὐχ ὑπ᾽ αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
ἣ δ᾽ οὖσ᾽ ἄτεκνος τὰ σὰ φίλ᾽ εἰσορᾷ πικρῶς,
κᾆτ᾽ ἢ προδοὺς σύ μ᾽ ἐς δάμαρτα σὴν βλέπῃς
615ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν: οὐ γὰρ ἀξία
620πατέρων ἀπ᾽ ἐσθλῶν οὖσ᾽ ἀπαιδίᾳ νοσεῖν.
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά: τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
625αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
630πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
ἐν χερσὶ σῴζων ὄλβον οὐδ᾽ ἔχειν πόνους:
εἴη γ᾽ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
ἃ δ᾽ ἐνθάδ᾽ εἶχον ἀγάθ᾽ ἄκουσόν μου, πάτερ:
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
635ὄχλον τε μέτριον, οὐδέ μ᾽ ἐξέπληξ᾽ ὁδοῦ
πονηρὸς οὐδείς: κεῖνο δ᾽ οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
θεῶν δ᾽ ἐν εὐχαῖς † ἢ γόοισιν ἦ † βροτῶν,
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
640καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ᾽ ἧκον ξένοι,
ὥσθ᾽ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
ὃ δ᾽ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
δίκαιον εἶναί μ᾽ ὁ νόμος ἡ φύσις θ᾽ ἅμα
παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
645κρείσσω νομίζω τἀνθάδ᾽ ἢ τἀκεῖ, πάτερ.
ἔα δ᾽ ἔμ᾽ αὐτοῦ ζῆν: ἴση γὰρ ἡ χάρις,
μεγάλοισι χαίρειν σμικρά θ᾽ ἡδέως ἔχειν.
Χορός
καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.