Χορός
κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι:
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν᾽ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τ᾽ Ἐρεχθέως δόμους.
Ξοῦθος
ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570ὀρθῶς ἔκρανε, καὶ συνῆψ᾽ ἐμοί τε σέ,
σύ τ᾽ αὖ τὰ φίλταθ᾽ ηὗρες οὐκ εἰδὼς πάρος.
ὃ δ᾽ ᾖξας ὀρθῶς, τοῦτο κἄμ᾽ ἔχει πόθος,
ὅπως σύ τ᾽, ὦ παῖ, μητέρ᾽ εὑρήσεις σέθεν,
ἐγώ θ᾽ ὁποίας μοι γυναικὸς ἐξέφυς.
575χρόνῳ δὲ δόντες ταῦτ᾽ ἴσως εὕροιμεν ἄν.
ἀλλ᾽ ἐκλιπὼν θεοῦ δάπεδ᾽ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σ᾽ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος: οὐδὲ θάτερον νοσῶν
580δυοῖν κεκλήσῃ δυσγενὴς πένης θ᾽ ἅμα,
ἀλλ᾽ εὐγενής τε καὶ πολυκτήμων βίου.
σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
ἐς φροντίδας δ᾽ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
585οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
πρόσωθεν ὄντων ἐγγύθεν θ᾽ ὁρωμένων.
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σ᾽ ἀνευρών: ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
ἵν᾽ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τ᾽ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
καὶ τοῦτ᾽ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι:
595ἢν δ᾽ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα: λυπρὰ γὰρ τὰ κρείσσονα:
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ᾽ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600γέλωτ᾽ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
τῶν δ᾽ † αὖ λογίων τε † χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδ᾽, ὦ πάτερ, φιλεῖ:
605οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.