Κρέουσα
σὺ δ᾽ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ᾽, ὦ γύναι.
Κρέουσα
310ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ἴων
οὐκ οἶδα πλὴν ἕν: Λοξίου κεκλήμεθα.
Κρέουσα
ἡμεῖς σ᾽ ἄρ᾽ αὖθις, ὦ ξέν᾽, ἀντοικτίρομεν.
Ἴων
ὡς μὴ εἰδόθ᾽ ἥτις μ᾽ ἔτεκεν ἐξ ὅτου τ᾽ ἔφυν.
Κρέουσα
ναοῖσι δ᾽ οἰκεῖς τοισίδ᾽ ἢ κατὰ στέγας;
Ἴων
315ἅπαν θεοῦ μοι δῶμ᾽, ἵν᾽ ἂν λάβῃ μ᾽ ὕπνος.
Κρέουσα
παῖς δ᾽ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
καὶ τίς γάλακτί σ᾽ ἐξέθρεψε Δελφίδων;
Ἴων
οὐπώποτ᾽ ἔγνων μαστόν: ἣ δ᾽ ἔθρεψέ με ...
Κρέουσα
320τίς, ὦ ταλαίπωρ᾽; ὡς νοσοῦσ᾽ ηὗρον νόσους.
Ἴων
Φοίβου προφῆτις, μητέρ᾽ ὣς νομίζομεν.
Κρέουσα
ἐς δ᾽ ἄνδρ᾽ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
βωμοί μ᾽ ἔφερβον οὑπιών τ᾽ ἀεὶ ξένος.
Κρέουσα
τάλαινά σ᾽ ἡ τεκοῦσα: τίς ποτ᾽ ἦν ἄρα;
Ἴων
325ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρέουσα
ἔχεις δὲ βίοτον: εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
τοῖς τοῦ θεοῦ κοσμούμεθ᾽, ᾧ δουλεύομεν.
Κρέουσα
οὐδ᾽ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα
330φεῦ:
πέπονθέ τις σῇ μητρὶ ταὔτ᾽ ἄλλη γυνή.
Ἴων
τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
ἧς οὕνεκ᾽ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
ποῖόν τι χρῄζουσ᾽; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
335λέγοις ἄν: ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα
ἄκουε δὴ τὸν μῦθον. — ἀλλ᾽ αἰδούμεθα.
Ἴων
οὔ τἄρα πράξεις οὐδέν: ἀργὸς ἡ θεός.
Κρέουσα
Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγ᾽, ὦ ξένη.
Κρέουσα
340καὶ παῖδά γ᾽ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ἴων
οὐκ ἔστιν: ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
τί χρῆμα δράσασ᾽, εἰ θεῷ συνεζύγη;
Κρέουσα
τὸν παῖδ᾽ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
345ὁ δ᾽ ἐκτεθεὶς παῖς ποῦ 'στιν; εἰσορᾷ φάος;
Κρέουσα
οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
εἰ δ᾽ οὐκέτ᾽ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
ποίῳ τόδ᾽ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
350ἐλθοῦσ᾽ ἵν᾽ αὐτὸν ἐξέθηκ᾽ οὐχ ηὗρ᾽ ἔτι.
Ἴων
ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
οὔ φησι. καίτοι πόλλ᾽ ἐπεστράφη πέδον.
Ἴων
χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.