Ἴων
ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
σοὺς λόγους ἐδεξάμεσθα: πείθομαι δ᾽ εἶναι πατρὸς
Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δ᾽ οὐκ ἄπιστον ἦν.
Κρέουσα
τἀμὰ νῦν ἄκουσον: αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
1610οὕνεχ᾽ οὗ ποτ᾽ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
αἵδε δ᾽ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
Ἀθήνα
ᾔνεσ᾽ οὕνεκ᾽ εὐλογεῖς θεὸν μεταβαλοῦσ᾽: ἀεὶ γὰρ οὖν
1615χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ᾽ οὐκ ἀσθενῆ.
Κρέουσα
ὦ τέκνον, στείχωμεν οἴκους.
Ἀθήνα
στείχεθ᾽, ἕψομαι δ᾽ ἐγώ.
Κρέουσα
ἐς θρόνους δ᾽ ἵζου παλαιούς.
Χορός
ὦ Διὸς Λητοῦς τ᾽ Ἄπολλον, χαῖρ᾽: ὅτῳ δ᾽ ἐλαύνεται
1620συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών:
ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
οἱ κακοὶ δ᾽, ὥσπερ πεφύκασ᾽, οὔποτ᾽ εὖ πράξειαν ἄν.