Πρεσβύτης
τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Κρέουσα
Ἐριχθόνιον οἶσθ᾽, ἢ — ; τί δ᾽ οὐ μέλλεις, γέρον;
Πρεσβύτης
1000ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
Κρέουσα
τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ —
Πρεσβύτης
τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
Κρέουσα
δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
Πρεσβύτης
ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
Κρέουσα
1005τὸν μὲν θανάσιμον, τὸν δ᾽ ἀκεσφόρον νόσων.
Πρεσβύτης
ἐν τῷ καθάψασ᾽ ἀμφὶ παιδὶ σώματος;
Κρέουσα
χρυσοῖσι δεσμοῖς: ὁ δὲ δίδωσ᾽ ἐμῷ πατρί.
Πρεσβύτης
κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
Κρέουσα
ναί: κἀπὶ καρπῷ γ᾽ αὔτ᾽ ἐγὼ χερὸς φέρω.
Πρεσβύτης
1010πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
Κρέουσα
κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ —
Πρεσβύτης
τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;
Κρέουσα
νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
Πρεσβύτης
ὁ δεύτερος δ᾽ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
Κρέουσα
1015κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
Πρεσβύτης
ἐς ἓν δὲ κραθέντ᾽ αὐτὸν ἢ χωρὶς φορεῖς;
Κρέουσα
χωρίς: κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
Πρεσβύτης
ὦ φιλτάτη παῖ, πάντ᾽ ἔχεις ὅσων σε δεῖ.
Κρέουσα
τούτῳ θανεῖται παῖς: σὺ δ᾽ ὁ κτείνων ἔσῃ.
Πρεσβύτης
1020ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δ᾽ ἐμόν.
Κρέουσα
ἐν ταῖς Ἀθήναις, δῶμ᾽ ὅταν τοὐμὸν μόλῃ.
Πρεσβύτης
οὐκ εὖ τόδ᾽ εἶπας: καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
Κρέουσα
πῶς; ἆρ᾽ ὑπείδου τοῦθ᾽ ὃ κἄμ᾽ ἐσέρχεται;
Πρεσβύτης
σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
Κρέουσα
1025ὀρθῶς: φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
Πρεσβύτης
αὐτοῦ νυν αὐτὸν κτεῖν᾽, ἵν᾽ ἀρνήσῃ φόνους.
Κρέουσα
προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
Πρεσβύτης
καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρέουσα
οἶσθ᾽ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
1030χρύσωμ᾽ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
ἐλθὼν ἵν᾽ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ —
1035ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
κἄνπερ διέλθῃ λαιμόν, οὔποθ᾽ ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δ᾽ αὐτοῦ μενεῖ.
Πρεσβύτης
σὺ μέν νυν εἴσω προξένων μέθες πόδα:
1040ἡμεῖς δ᾽ ἐφ᾽ ᾧ τετάγμεθ᾽ ἐκπονήσομεν.
ἄγ᾽, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
ἐχθρὸν δ᾽ ἐπ᾽ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
1045τὴν δ᾽ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
τιμᾶν: ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.