Χορός
ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
365κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ:
ὦ τάλαινα τῶνδ᾽ ἀλγέων:
ὦ πόνοι τρέφοντες βροτούς.
ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
τίς σε παναμέριος ὅδε χρόνος μένει;
370τελευτάσεταί τι καινὸν δόμοις.
ἄσημα δ᾽ οὐκέτ᾽ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics