previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φαίδρα
αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα:
λέλυμαι μελέων σύνδεσμα φίλων.
200λάβετ᾽ εὐπήχεις χεῖρας, πρόπολοι.
βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν:
ἄφελ᾽, ἀμπέτασον βόστρυχον ὤμοις.

Τροφός
θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας:
205ῥᾷον δὲ νόσον μετά θ᾽ ἡσυχίας
καὶ γενναίου λήματος οἴσεις.
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

Φαίδρα
αἰαῖ:
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμ᾽ ἀρυσαίμαν,
210ὑπό τ᾽ αἰγείροις ἔν τε κομήτῃ
λειμῶνι κλιθεῖσ᾽ ἀναπαυσαίμαν;

Τροφός
παῖ, τί θροεῖς;
οὐ μὴ παρ᾽ ὄχλῳ τάδε γηρύσῃ
μανίας ἔποχον ῥίπτουσα λόγον;

Φαίδρα
215πέμπετέ μ᾽ εἰς ὄρος: εἶμι πρὸς ὕλαν
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.
πρὸς θεῶν, ἔραμαι κυσὶ θωύξαι
220καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
Θεσσαλὸν ὅρπακ᾽, ἐπίλογχον ἔχουσ᾽
ἐν χειρὶ βέλος.

Τροφός
τί ποτ᾽, τέκνον, τάδε κηραίνεις;
τί κυνηγεσίων καί σοι μελέτη;
225τί δὲ κρηναίων νασμῶν ἔρασαι;
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλειτύς, ὅθεν σοι πῶμα γένοιτ᾽ ἄν.

Φαίδρα
δέσποιν᾽ ἁλίας Ἄρτεμι Λίμνας
καὶ γυμνασίων τῶν ἱπποκρότων,
230εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
πώλους Ἐνέτας δαμαλιζομένα.

Τροφός
τί τόδ᾽ αὖ παράφρων ἔρριψας ἔπος;
νῦν δὴ μὲν ὄρος βᾶσ᾽ ἐπὶ θήρας
πόθον ἐστέλλου, νῦν δ᾽ αὖ ψαμάθοις
235ἐπ᾽ ἀκυμάντοις πώλων ἔρασαι.
τάδε μαντείας ἄξια πολλῆς,
ὅστις σε θεῶν ἀνασειράζει
καὶ παρακόπτει φρένας, παῖ.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: