Ἱππόλυτος
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
75ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ᾽ ἦλθέ πω σίδηρος, ἀλλ᾽ ἀκήρατον
μέλισσα λειμῶν᾽ ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
ὅσοις διδακτὸν μηδὲν ἀλλ᾽ ἐν τῇ φύσει
80τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ᾽ ἀεί,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ᾽ οὐ θέμις.
ἀλλ᾽, ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
μόνῳ γάρ ἐστι τοῦτ᾽ ἐμοὶ γέρας βροτῶν:
85σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδῆς, ὄμμα δ᾽ οὐχ ὁρῶν τὸ σόν.
τέλος δὲ κάμψαιμ᾽ ὥσπερ ἠρξάμην βίου.
Θεράπων
ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
ἆρ᾽ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
90καὶ κάρτα γ᾽: ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ᾽ ἄν.
Θεράπων
οἶσθ᾽ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;
Ἱππόλυτος
οὐκ οἶδα: τοῦ δὲ καί μ᾽ ἀνιστορεῖς πέρι;
Θεράπων
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος
ὀρθῶς γε: τίς δ᾽ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων
95ἐν δ᾽ εὐπροσηγόροισίν ἐστί τις χάρις;
Ἱππόλυτος
πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεράπων
ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος
εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεράπων
πῶς οὖν σὺ σεμνὴν δαίμον᾽ οὐ προσεννέπεις;
Ἱππόλυτος
100τίν᾽; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
Θεράπων
τήνδ᾽, ἣ πύλαισι σαῖς ἐφέστηκεν πέλας.
Ἱππόλυτος
πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων
σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος
οὐδείς μ᾽ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων
τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος
ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων
105εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
Ἱππόλυτος
χωρεῖτ᾽, ὀπαδοί, καὶ παρελθόντες δόμους
σίτων μέλεσθε: τερπνὸν ἐκ κυναγίας
110τράπεζα πλήρης: καὶ καταψήχειν χρεὼν
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
τὴν σὴν δὲ Κύπριν πόλλ᾽ ἐγὼ χαίρειν λέγω.
Θεράπων
ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον
115φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν:
εἴ τίς σ᾽ ὑφ᾽ ἥβης σπλάγχνον ἔντονον φέρων
μάταια βάζει, μὴ δόκει τούτων κλύειν.
120σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.